Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.15.4 | Hdt. 3.16.5 (English) | >>Hdt. 3.19.1 |
3.16.3 τὸ ὦν κατακαίειν γε τοὺς νεκροὺς οὐδαμῶς ἐν νόμῳ οὐδετέροισί ἐστι , Πέρσῃσι μὲν διʼ ὅ περ εἴρηται , θεῷ οὐ δίκαιον εἶναι λέγοντες νέμειν νεκρὸν ἀνθρώπου · Αἰγυπτίοισι δὲ νενόμισται πῦρ θηρίον εἶναι ἔμψυχον , πάντα δὲ αὐτὸ κατεσθίειν τά περ ἂν λάβῃ , πλησθὲν δὲ αὐτὸ τῆς βορῆς συναποθνήσκειν τῷ κατεσθιομένῳ .
3.16.4 οὔκων θηρίοισι νόμος οὐδαμῶς σφι ἐστὶ τὸν νέκυν διδόναι , καὶ διὰ ταῦτα ταριχεύουσι , ἵνα μὴ κείμενος ὑπὸ εὐλέων καταβρωθῇ . οὕτω οὐδετέροισι νομιζόμενα ἐνετέλλετο ποιέειν ὁ Καμβύσης .
3.16.5 ὡς μέντοι Αἰγύπτιοι λέγουσι , οὐκ Ἄμασις ἦν ὁ ταῦτα παθών , ἀλλὰ ἄλλος τις τῶν Αἰγυπτίων ἔχων τὴν αὐτὴν ἡλικίην Ἀμάσι , τῷ λυμαινόμενοι Πέρσαι ἐδόκεον Ἀμάσι λυμαίνεσθαι .
3.16.6 λέγουσι γὰρ ὡς πυθόμενος ἐκ μαντηίου ὁ Ἄμασις τὰ περὶ ἑωυτὸν ἀποθανόντα μέλλοντα γίνεσθαι , οὕτω δὴ ἀκεόμενος τὰ ἐπιφερόμενα τὸν μὲν ἄνθρωπον τοῦτον τὸν μαστιγωθέντα ἀποθανόντα ἔθαψε ἐπὶ τῇσι θύρῃσι ἐντὸς τῆς ἑωυτοῦ θήκης , ἑωυτὸν δὲ ἐνετείλατο τῷ παιδὶ ἐν μυχῷ τῆς θήκης ὡς μάλιστα θεῖναι .
3.16.7 αἱ μέν νυν ἐκ τοῦ Ἀμάσιος ἐντολαὶ αὗται αἱ ἐς τὴν ταφήν τε καὶ τὸν ἄνθρωπον ἔχουσαι οὔ μοι δοκέουσι ἀρχὴν γενέσθαι , ἄλλως δʼ αὐτὰ Αἰγύπτιοι σεμνοῦν .
ch. 17
3.17.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.15.4 | Hdt. 3.16.5 (English) | >>Hdt. 3.19.1 |